Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.160 Joseph. BJ 7.168 (English) >>Joseph. BJ 7.176

7.165καὶ γὰρ τοῖς κατέχουσι βεβαίαν ἐλπίδα σωτηρίας καὶ τοῖς ἐπιοῦσιν ὄκνον καὶ δέος τοῦ χωρίου φύσις ἦν παρασχεῖν ἱκανωτάτη. 7.166αὐτὸ μὲν γὰρ τὸ τετειχισμένον πετρώδης ὄχθος ἐστὶν εἰς μήκιστον ὕψος ἐγηγερμένος, ὡς εἶναι καὶ διὰ τοῦτο δυσχείρωτος, μεμηχάνηται δʼ ὑπὸ τῆς φύσεως εἶναι μηδὲ προσιτός· 7.167φάραγξιν γὰρ πάντοθεν ἀσύνοπτον ἐχούσαις τὸ βάθος περιτετάφρευται, μήτε περαθῆναι ῥᾳδίως δυναμέναις καὶ χωσθῆναι παντάπασιν ἀμηχάνοις. 7.168 μὲν γὰρ ἀπὸ τῆς ἑσπέρας περιτέμνουσα παρατείνει σταδίους ἑξήκοντα πέρας αὑτῆς τὴν Ἀσφαλτῖτιν ποιουμένη λίμνην· κατὰ τοῦτο δέ πῃ καὶ αὐτὸς Μαχαιροῦς τὴν ὑψηλοτάτην ἔχει κορυφὴν ὑπερανίσχουσαν· 7.169αἱ δʼ ἀπὸ τῆς ἄρκτου καὶ μεσημβρίας φάραγγες μεγέθει μὲν ἀπολείπονται τῆς προειρημένης, ὁμοίως δʼ εἰσὶν ἀμήχανοι πρὸς ἐπιχείρησιν. 7.170τῆς δὲ πρὸς ἀνατολὴν φάραγγος τὸ μὲν βάθος οὐκ ἔλαττον ἑκατὸν εὑρίσκεται πήχεων, τέρμα δὲ γίνεται πρὸς ὄρος ἀπαντικρὺ κείμενον Μαχαιροῦντος. 7.171

Ταύτην τοῦ τόπου κατιδὼν τὴν φύσιν βασιλεὺς Ἰουδαίων Ἀλέξανδρος πρῶτος ἐπʼ αὐτοῦ τειχίζει φρούριον, μετὰ ταῦτα Γαβίνιος Ἀριστοβούλῳ πολεμῶν καθεῖλεν. 7.172Ἡρώδῃ δὲ βασιλεύοντι παντὸς ἔδοξε μᾶλλον ἐπιμελείας ἄξιον εἶναι καὶ κατασκευῆς ὀχυρωτάτης μάλιστα καὶ διὰ τὴν τῶν Ἀράβων γειτνίασιν· κεῖται γὰρ ἐν ἐπικαίρῳ πρὸς τὴν ἐκείνων γῆν ἀποβλέπον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.160 Joseph. BJ 7.168 (English) >>Joseph. BJ 7.176

Powered by PhiloLogic